Περισσότερες πληροφορίες https://www.georgecharalampidis.gr/
Περί των εκλελοιπότων χρηστηρίων (Πλούταρχος)
Αρχαίο Κείμενο:
ὃν πλάναις πολλαῖς καὶ μήνυτρα τελέσας μεγάλα περὶ τὴν Ἐρυθρὰν θάλασσαν ἀνθρώποις ἀνὰ πᾶν ἔτος ἅπαξ ἐντυγχάνοντα τἄλλα δὲ
συνόντα νύμφαις νομάσι καὶ δαίμοσιν,
ὡς ἔφασκε, μόλις ἐξανευρὼν ἔτυχον λόγου καὶ φιλοφροσύνης.
κάλλιστος μὲν.
ἦν ὧν εἶδον ἀνθρώπων ὀφθῆναι νόσου τε πάσης ἀπαθὴς διετέλει,
καρπόν τινα πόας φαρμακώδη καὶ πικρὸν ἑκάστου μηνὸς ἅπαξ προσφερόμενος·
γλώσσαις δὲ πολλαῖς ἤσκητο χρῆσθαι,
πρὸς δ´ ἐμὲ τὸ πλεῖστον ἐδώριζεν οὐ πόρρω μελῶν.
φθεγγομένου δὲ τὸν τόπον εὐωδία κατεῖχε τοῦ στόματος ἥδιστον ἀποπνέοντος.
ἡ μὲν οὖν ἄλλη μάθησις καὶ ἱστορία συνῆν αὐτῷ τὸν πάντα χρόνον·
εἰς δὲ μαντικὴν ἐνεπνεῖτο μίαν ἡμέραν ἔτους ἑκάστου καὶ προεθέσπιζε
κατιὼν ἐπὶ θάλατταν,
ἐπεφοίτων δὲ καὶ δυνάσται καὶ γραμματεῖς βασιλέων εἶτ´ ἀπῄεσαν.
ἐκεῖνος οὖν τὴν μαντικὴν ἀνῆγεν εἰς δαίμονας·
……………….
ἔλεγε δὲ μήτ´ ἀπείρους μήθ´ ἕνα μήτε πέντε κόσμους,
ἀλλὰ τρεῖς καὶ ὀγδοήκοντα καὶ ἑκατὸν εἶναι συντεταγμένους κατὰ σχῆμα τριγωνοειδές,
οὗ πλευρὰν ἑκάστην ἑξήκοντα κόσμους ἔχειν·
τριῶν δὲ τῶν λοιπῶν ἕκαστον ἱδρῦσθαι κατὰ γωνίαν,
ἅπτεσθαι δὲ τοὺς ἐφεξῆς ἀλλήλων ἀτρέμα περιιόντας ὥσπερ ἐν χορείᾳ·
τὸ δ´ ἐντὸς ἐπίπεδον τοῦ τριγώνου κοινὴν ἑστίαν εἶναι πάντων,
καλεῖσθαι δὲ πεδίον ἀληθείας, ἐν ᾧ τοὺς λόγους καὶ τὰ εἴδη καὶ τὰ παραδείγματα τῶν γεγονότων καὶ τῶν γενησομένων ἀκίνητα κεῖσθαι, καὶ περὶ αὐτὰ τοῦ αἰῶνος ὄντος οἷον ἀπορροὴν ἐπὶ τοὺς κόσμους φέρεσθαι τὸν χρόνον.
ὄψιν δὲ τούτων καὶ θέαν ψυχαῖς ἀνθρωπίναις ἅπαξ ἐν ἔτεσι μυρίοις
ὑπάρχειν,
ἄν γ´ εὖ βιώσωσι·
καὶ τῶν ἐνταῦθα τελετῶν τὰς ἀρίστας ἐκείνης ὄνειρον εἶναι τῆς ἐποπτείας καὶ τελετῆς·